Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.111 Joseph. AJ 4.115 (English) >>Joseph. AJ 4.120

4.114ὡς τρόπον εἶδε σημαινομένην, “ λεώς, φησίν, οὗτος εὐδαίμων, θεὸς δίδωσι μυρίων κτῆσιν ἀγαθῶν καὶ σύμμαχον εἰς ἅπαντα καὶ ἡγεμόνα τὴν ἑαυτοῦ πρόνοιαν ἐπένευσεν. ὡς οὐδέν ἐστιν ἀνθρώπινον γένος, οὗ μὴ κατʼ ἀρετὴν καὶ ζήλωσιν ἐπιτηδευμάτων ἀρίστων καὶ καθαρῶν πονηρίας ὑμεῖς ἀμείνους κριθήσεσθε καὶ παισὶ βελτίοσιν αὐτῶν ταῦτα καταλείψετε, θεοῦ μόνους ὑμᾶς ἀνθρώπους ἐφορῶντος καὶ ὅθεν ἂν γένοισθε πάντων εὐδαιμονέστεροι τῶν ὑπὸ τὸν ἥλιον ἐκπορίζοντος. 4.115γῆν τε οὖν ἐφʼ ἣν ὑμᾶς αὐτὸς ἔστειλε καθέξετε δουλεύσουσαν αἰεὶ παισὶν ὑμετέροις καὶ τοῦ περὶ αὐτῶν κλέους ἐμπλησθήσεται πᾶσα γῆ καὶ θάλασσα, ἀρκέσετε δὲ τῷ κόσμῳ παρασχεῖν ἑκάστῃ γῇ τῶν ἀφʼ ὑμετέρου γένους οἰκήτορας. 4.116θαυμάζετε οὖν, μακάριος στρατός, ὅτι τοσοῦτος ἐξ ἑνὸς πατρὸς γεγόνατε. ἀλλὰ τὸν νῦν ὑμῶν ὀλίγον Χαναναίων χωρήσει γῆ, τὴν δʼ οἰκουμένην οἰκητήριον διʼ αἰῶνος ἴστε προκειμένην ὑμῖν, καὶ τὸ πλῆθος ὑμῶν ἔν τε νήσοις καὶ κατʼ ἤπειρον βιοτεύσετε ὅσον ἐστὶν οὐδʼ ἀστέρων ἀριθμὸς ἐν οὐρανῷ. τοσούτοις δὲ οὖσιν οὐκ ἀπαγορεύσει τὸ θεῖον ἀφθονίαν μὲν παντοίων ἀγαθῶν ἐν εἰρήνῃ χορηγοῦν, νίκην δὲ καὶ κράτος ἐν πολέμῳ. 4.117παῖδας ἐχθρῶν ἔρως τοῦ πρὸς ὑμᾶς πολέμου λάβοι καὶ θρασυνθεῖεν ὥστε εἰς ὅπλα καὶ τὰς ὑμετέρας χεῖρας ἐλθεῖν· οὐ γὰρ ἂν ὑποστρέψειέ τις νικηφόρος οὐδʼ ὥστε παῖδας εὐφρᾶναι καὶ γυναῖκας. τοσοῦτον ὑμῖν ἀνδρείας τὸ περιὸν ἐκ θεοῦ προνοίας ἀνῄρηται, καὶ τὰ περιττὰ μειοῦν ἰσχὺς καὶ τὰ λείποντα διδόναι.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.111 Joseph. AJ 4.115 (English) >>Joseph. AJ 4.120

Powered by PhiloLogic